Lysistrata
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- πρόφαινε δὴ σὺ Μοῦσαν ἐπὶ νέᾳ νέαν.
- Ταΰγετον αὖτʼ ἐραννὸν ἐκλιπῶα
- Μῶα μόλε Λάκαινα πρεπτὸν ἁμὶν
- κλέωα τὸν Ἀμύκλαις σιὸν
- καὶ χαλκίοικον Ἀσάναν,
- Τυνδαρίδας τʼ ἀγασώς,
- τοὶ δὴ πὰρ Εὐρώταν ψιάδδοντι.
- εἶα μάλʼ ἔμβη
- ὢ εἶα κοῦφα πάλλων,
- ὡς Σπάρταν ὑμνίωμες,
- τᾷ σιῶν χοροὶ μέλοντι
- καὶ ποδῶν κτύπος,
- ᾇ τε πῶλοι ταὶ κόραι
- πὰρ τὸν Εὐρωταν
- ἀμπάλλοντι πυκνὰ ποδοῖν
- ἀγκονίωαι,
- ταὶ δὲ κόμαι σείονθʼ ᾇπερ Βακχᾶν
- θυρσαδδωᾶν καὶ παιδδωᾶν.
- ἁγεῖται δʼ ἁ Λήδας παῖς
- ἁγνὰ χοραγὸς εὐπρεπής.