Lysistrata

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. νήφοντες, εὐθὺς βλέπομεν ὅ τι ταράξομεν·
  2. ὥσθʼ ὅ τι μὲν ἂν λέγωσιν οὐκ ἀκούομεν,
  3. ἃ δʼ οὐ λέγουσι, ταῦθʼ ὑπονενοήκαμεν,
  4. ἀγγέλλομεν δʼ οὐ ταὐτὰ τῶν αὐτῶν πέρι.
  5. νυνὶ δʼ ἅπαντʼ ἤρεσκεν· ὥστʼ εἰ μέν γέ τις
  6. ᾄδοι Τελαμῶνος, Κλειταγόρας ᾄδειν δέον,
  7. ἐπῃνέσαμεν ἂν καὶ προσεπιωρκήσαμεν.
  8. ἀλλʼ οὑτοιὶ γὰρ αὖθις ἔρχονται πάλιν
  9. ἐς ταὐτόν. οὐκ ἐρρήσετʼ ὦ μαστιγίαι;
Ἀθηναῖος Β.
  1. νὴ τὸν Δίʼ ὡς ἤδη γε χωροῦσʼ ἔνδοθεν.
Λάκων
  1. ὦ Πολυχαρείδα λαβὲ τὰ φυσατήρια,
  2. ἵνʼ ἐγὼ διποδιάξω τε κἀείσω καλὸν
  3. ἐς τὼς Ἀσαναίως τε † καὶ ἐς ἡμᾶς ἅμα †.
Ἀθηναῖος
  1. λαβὲ δῆτα τὰς φυσαλλίδας πρὸς τῶν θεῶν,
  2. ὡς ἥδομαί γʼ ὑμᾶς ὁρῶν ὀρχουμένους.
Χορὸς Λακεδαιμονίων
  1. ὅρμαον
  2. τὼς κυρσανίως ὦ Μναμοΰνα
  3. τάν τʼ ἐμὰν Μῶαν, ἅτις
  4. οἶδεν ἁμὲ τώς τʼ Ἀσαναίως,
  5. ὅκα τοὶ μὲν ἐπʼ Ἀρταμιτίῳ