Lysistrata
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- πρός γε μέντοι τὴν θύραν
- προαγορεύω μὴ βαδίζειν
- τὴν ἐμήν, ἀλλʼ
- εὐλαβεῖσθαι τὴν κύνα.
- ἄνοιγε τὴν θύραν· παραχωρεῖν οὐ θέλεις;
- ὑμεῖς τί κάθησθε; μῶν ἐγὼ τῇ λαμπάδι
- ὑμᾶς κατακαύσω; φορτικὸν τὸ χωρίον.
- οὐκ ἂν ποιήσαιμʼ. εἰ δὲ πάνυ δεῖ τοῦτο δρᾶν,
- ὑμῖν χαρίσασθαι, προσταλαιπωρήσομεν.
- χἠμεῖς γε μετὰ σοῦ ξυνταλαιπωρήσομεν.
- οὐκ ἄπιτε; κωκύσεσθε τὰς τρίχας μακρά.
- οὐκ ἄπιθʼ, ὅπως ἂν οἱ Λάκωνες ἔνδοθεν
- καθʼ ἡσυχίαν ἀπίωσιν εὐωχημένοι;
- οὔπω τοιοῦτον συμπόσιον ὄπωπʼ ἐγώ.
- ἦ καὶ χαρίεντες ἦσαν οἱ Λακωνικοί·
- ἡμεῖς δʼ ἐν οἴνῳ συμπόται σοφώτατοι.
- ὀρθῶς γʼ, ὁτιὴ νήφοντες οὐχ ὑγιαίνομεν·
- ἢν τοὺς Ἀθηναίους ἐγὼ πείσω λέγων,
- μεθύοντες ἀεὶ πανταχοῖ πρεσβεύσομεν.
- νῦν μὲν γὰρ ὅταν ἔλθωμεν ἐς Λακεδαίμονα