Lysistrata

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. τοῖς παισίν, ὁπόταν τε θυγάτηρ τινὶ κανηφορῇ.
  2. πᾶσιν ὑμῖν λέγω λαμβάνειν τῶν ἐμῶν
  3. χρημάτων νῦν ἔνδοθεν, καὶ
  4. μηδὲν οὕτως εὖ σεσημάν-
  5. θαι τὸ μὴ οὐχὶ
  6. τοὺς ῥύπους ἀνασπάσαι,
  7. χἄττʼ ἂν ἔνδον ᾖ φορεῖν.
  8. ὄψεται δʼ οὐδὲν σκοπῶν, εἰ
  9. μή τις ὑμῶν
  10. ὀξύτερον ἐμοῦ βλέπει.
Χορός
  1. εἰ δέ τῳ μὴ σῖτος ὑμῶν
  2. ἔστι, βόσκει δʼ οἰκέτας καὶ
  3. σμικρὰ πολλὰ παιδία,
  4. ἔστι παρʼ ἐμοῦ λαβεῖν πυρίδια λεπτὰ μέν,
  5. ὁ δʼ ἄρτος ἀπὸ χοίνικος ἰδεῖν μάλα νεανίας.
  6. ὅστις οὖν βούλεται τῶν πενήτων ἴτω
  7. εἰς ἐμοῦ σάκκους ἔχων καὶ
  8. κωρύκους, ὡς λήψεται πυ-
  9. ρούς· ὁ Μανῆς δʼ
  10. οὑμὸς αὐτοῖς ἐμβαλεῖ.