Lysistrata
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- τοῖς ξυμμάχοις ἐλθόντες ἀνακοινώσατε.
- ποίοισιν ὦ τᾶν ξυμμάχοις; ἐστύκαμεν.
- οὐ ταὐτὰ δόξει τοῖσι συμμάχοισι νῷν
- βινεῖν ἅπασιν;
- τοῖσι γῶν ναὶ τὼ σιὼ
- ἁμοῖσι.
- καὶ γὰρ ναὶ μὰ Δία Καρυστίοις.
- καλῶς λέγετε. νῦν οὖν ὅπως ἁγνεύσετε,
- ὅπως ἂν αἱ γυναῖκες ὑμᾶς ἐν πόλει
- ξενίσωμεν ὧν ἐν ταῖσι κίσταις εἴχομεν.
- ὅρκους δʼ ἐκεῖ καὶ πίστιν ἀλλήλοις δότε.
- κἄπειτα τὴν αὑτοῦ γυναῖχʼ ὑμῶν λαβὼν
- ἄπεισʼ ἕκαστος.
- ἀλλʼ ἴωμεν ὡς τάχος.
- ἄγʼ ὅπᾳ τυ λῇς.
- νὴ τὸν Δίʼ ὡς τάχιστʼ ἄγε.
- στρωμάτων δὲ ποικίλων καὶ
- χλανιδίων καὶ ξυστίδων καὶ
- χρυσίων, ὅσʼ ἐστί μοι,
- οὐ φθόνος ἔνεστί μοι πᾶσι παρέχειν φέρειν