Lysistrata

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. μάχεσθε κοὐ παύεσθε τῆς μοχθηρίας;
  2. τί δʼ οὐ διηλλάγητε; φέρε τί τοὐμποδών;
Λάκων
  1. ἁμές γε λῶμες, αἴ τις ἁμὶν τὤγκυκλον
  2. λῇ τοῦτʼ ἀποδόμεν.
Λυσιστράτη
  1. ποῖον ὦ τᾶν;
Λάκων
  1. τὰν Πύλον,
  2. ἇσπερ πάλαι δεόμεθα καὶ βλιμάττομες.
Ἀθηναῖος
  1. μὰ τὸν Ποσειδῶ τοῦτο μέν γʼ οὐ δράσετε.
Λυσιστράτη
  1. ἄφετʼ ὦγάθʼ αὐτοῖς.
Ἀθηναῖος
  1. κᾆτα τίνα κινήσομεν;
Λυσιστράτη
  1. ἕτερόν γʼ ἀπαιτεῖτʼ ἀντὶ τούτου χωρίον.
Ἀθηναῖος
  1. τὸ δεῖνα τοίνυν παράδοθʼ ἡμῖν τουτονὶ
  2. πρώτιστα τὸν Ἐχινοῦντα καὶ τὸν Μηλιᾶ
  3. κόλπον τὸν ὄπισθεν καὶ τὰ Μεγαρικὰ σκέλη.
Λάκων
  1. οὐ τὼ σιὼ οὐχὶ πάντα γʼ ὦ λισσάνιε.
Λυσιστράτη
  1. ἐᾶτε, μηδὲν διαφέρου περὶ σκελοῖν.
Ἀθηναῖος
  1. ἤδη γεωργεῖν γυμνὸς ἀποδὺς βούλομαι.
Λάκων
  1. ἐγὼ δὲ κοπραγωγεῖν γα †πρῶτα† ναὶ τὼ σιώ.
Λυσιστράτη
  1. ἐπὴν διαλλαγῆτε, ταῦτα δράσετε.
  2. ἀλλʼ εἰ δοκεῖ δρᾶν ταῦτα, βουλεύσασθε καὶ