Lysistrata

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ἐπὶ τοῖσι βωμοῖς ὠχρὸς ἐν φοινικίδι
  2. στρατιὰν προσαιτῶν; ἡ δὲ Μεσσήνη τότε
  3. ὑμῖν ἐπέκειτο χὠ θεὸς σείων ἅμα.
  4. ἐλθὼν δὲ σὺν ὁπλίταισι τετρακισχιλίοις
  5. Κίμων ὅλην ἔσωσε τὴν Λακεδαίμονα.
  6. ταυτὶ παθόντες τῶν Ἀθηναίων ὕπο
  7. δῃοῦτε χώραν, ἧς ὑπʼ εὖ πεπόνθατε;
Ἀθηναῖος
  1. ἀδικοῦσιν οὗτοι νὴ Δίʼ ὦ Λυσιστράτη.
Λάκων
  1. ἀδικίομες· ἀλλʼ ὁ πρωκτὸς ἄφατον ὡς καλός.
Λυσιστράτη
  1. ὑμᾶς δʼ ἀφήσειν τοὺς Ἀθηναίους μʼ οἴει;
  2. οὐκ ἴσθʼ ὅθʼ ὑμᾶς οἱ Λάκωνες αὖθις αὖ
  3. κατωνάκας φοροῦντας ἐλθόντες δορὶ
  4. πολλοὺς μὲν ἄνδρας Θετταλῶν ἀπώλεσαν,
  5. πολλοὺς δʼ ἑταίρους Ἱππίου καὶ ξυμμάχους,
  6. ξυνεκμαχοῦντες τῇ τόθʼ ἡμέρᾳ μόνοι,
  7. κἠλευθέρωσαν κἀντὶ τῆς κατωνάκης
  8. τὸν δῆμον ὑμῶν χλαῖναν ἠμπέσχον πάλιν;
Λάκων
  1. οὔπα γυναῖκʼ ὄπωπα χαϊωτεραν.
Ἀθηναῖος
  1. ἐγὼ δὲ κύσθον γʼ οὐδέπω καλλίονα.
Λυσιστράτη
  1. τί δῆθʼ υπηργμένων γε πολλῶν κἀγαθῶν