Lysistrata

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ἴθι καὶ σὺ τούτους τοὺς Ἀθηναίους ἄγε,
  2. οὗ δʼ ἂν διδῶσι πρόσαγε τούτους λαβομένη.
  3. ἄνδρες Λάκωνες στῆτε παρʼ ἐμὲ πλησίον,
  4. ἐνθένδε δʼ ὑμεῖς, καὶ λόγων ἀκούσατε.
  5. ἐγὼ γυνὴ μέν εἰμι, νοῦς δʼ ἔνεστί μοι,
  6. αὐτὴ δʼ ἐμαυτῆς οὐ κακῶς γνώμης ἔχω,
  7. τοὺς δʼ ἐκ πατρός τε καὶ γεραιτέρων λόγους
  8. πολλοὺς ἀκούσασʼ οὐ μεμούσωμαι κακῶς.
  9. λαβοῦσα δʼ ὑμᾶς λοιδορῆσαι βούλομαι
  10. κοινῇ δικαίως, οἳ μιᾶς ἐκ χέρνιβος
  11. βωμοὺς περιρραίνοντες ὥσπερ ξυγγενεῖς
  12. Ὀλυμπίασιν, ἐν Πύλαις, Πυθοῖ πόσους
  13. εἴποιμʼ ἂν ἄλλους, εἴ με μηκύνειν δέοι;
  14. ἐχθρῶν παρόντων βαρβάρων στρατεύματι
  15. Ἕλληνας ἄνδρας καὶ πόλεις ἀπόλλυτε.
  16. εἷς μὲν λόγος μοι δεῦρʼ ἀεὶ περαίνεται.
Ἀθηναῖος
  1. ἐγὼ δʼ ἀπόλλυμαί γʼ ἀπεψωλημένος.
Λυσιστράτη
  1. εἶτʼ ὦ Λάκωνες, πρὸς γὰρ ὑμᾶς τρέψομαι,
  2. οὐκ ἴσθʼ ὅτʼ ἐλθὼν δεῦρο Περικλείδας ποτὲ
  3. ὁ Λάκων Ἀθηναίων ἱκέτης καθέζετο