Lysistrata
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- περὶ διαλλαγᾶν
- πρέσβεις.
- καλῶς δὴ λέγετε· χἠμεῖς τουτογί.
- τί οὐ καλοῦμεν δῆτα τὴν Λυσιστράην,
- ἥπερ διαλλάξειεν ἡμᾶς ἂν μόνη;
- ναὶ τὼ σιὼ κἂν λῆτε τὸν Λυσίστρατον.
- ἀλλʼ οὐδὲν ἡμᾶς, ὡς ἔοικε, δεῖ καλεῖν·
- αὐτὴ γάρ, ὡς ἤκουσεν, ἥδʼ ἐξέρχεται.
- χαῖρʼ ὦ πασῶν ἀνδρειοτάτη· δεῖ δὴ νυνί σε γενέσθαι
- δεινὴν δειλὴν ἀγαθὴν φαύλην σεμνὴν ἀγανὴν πολύπειρον·
- ὡς οἱ πρῶτοι τῶν Ἑλλήνων τῇ σῇ ληφθέντες ἴυγγι
- συνεχώρησάν σοι καὶ κοινῇ τἀγκλήματα πάντʼ ἐπέτρεψαν.
- ἀλλʼ οὐχὶ χαλεπὸν τοὔργον, εἰ λάβοι γέ τις
- ὀργῶντας ἀλλήλων τε μὴ ʼκπειρωμένους.
- τάχα δʼ εἴσομαι ʼγώ. ποῦ ʼστιν ἡ Διαλλαγή;
- πρόσαγε λαβοῦσα πρῶτα τοὺς Λακωνικούς,
- καὶ μὴ χαλεπῇ τῇ χειρὶ μηδʼ αὐθαδικῇ,
- μηδʼ ὥσπερ ἡμῶν ἅνδρες ἀμαθῶς τοῦτʼ ἔδρων,
- ἀλλʼ ὡς γυναῖκας εἰκός, οἰκείως πάνυ,
- ἢν μὴ διδῷ τὴν χεῖρα, τῆς σάθης ἄγε.