Lysistrata
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ὥσπερ παλαιστὰς ἄνδρας ἀπὸ τῶν γαστέρων
- θαἰμάτιʼ ἀποστέλλοντας· ὥστε φαίνεται
- ἀσκητικὸν τὸ χρῆμα τοῦ νοσήματος.
- τίς ἂν φράσεις ποῦʼ στιν ἡ Λυσιστράτη;
- ὡς ἄνδρες ἡμεῖς οὑτοιὶ τοιουτοιί.
- χαὔτη ξυνᾴδει χἠτέρα ταύτῃ νόσῳ.
- ἦ που πρὸς ὄρθρον σπασμὸς ὑμᾶς λαμβάνει;
- μὰ Δίʼ ἀλλὰ ταυτὶ δρῶντες ἐπιτετρίμμεθα.
- ὥστʼ εἴ τις ἡμᾶς μὴ διαλλάξει ταχύ,
- οὐκ ἔσθʼ ὅπως οὐ Κλεισθένη βινήσομεν.
- εἰ σωφρονεῖτε, θαἰμάτια λήψεσθʼ, ὅπως
- τῶν Ἑρμοκοπιδῶν μή τις ὑμᾶς ὄψεται.
- νὴ τὸν Δίʼ εὖ μέντοι λέγεις.
- ναὶ τὼ σιὼ
- παντᾷ γα. φέρε τὸ ἔσθος ἀμβαλώμεθα.
- ὢ χαίρετʼ ὦ Λάκωνες· αἰσχρά γʼ ἐπάθομεν.
- ὦ Πολυχαρείδα δεινά κʼ αὖ ʼπεπόνθεμες,
- αἰ εἶδον ἁμὲ τὤνδρες ἀμπεφλασμένως.
- ἄγε δὴ Λάκωνες αὔθʼ ἕκαστα χρὴ λέγειν.
- ἐπὶ τί πάρεστε δεῦρο;