Lysistrata

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. καὶ τοῦτο τέθυχʼ, ὡς τὰ κρέʼ ἔδεσθʼ ἁπαλὰ καὶ καλά.
  2. ἥκετʼ οὖν εἰς ἐμοῦ τήμερον· πρῲ δὲ χρὴ
  3. τοῦτο δρᾶν λελουμένους αὔ-
  4. τούς τε καὶ τὰ παιδίʼ, εἶτʼ εἴσω βαδίζειν,
  5. μηδʼ ἐρέσθαι μηδένα,
  6. ἀλλὰ χωρεῖν ἄντικρυς
  7. ὥσπερ οἴκαδʼ εἰς ἑαυτῶν
  8. γεννικῶς, ὡς
  9. ἡ θύρα κεκλῄσεται.
Χορός
  1. καὶ μὴν ἀπὸ τῆς Σπάρτης οἱδὶ πρέσβεις ἕλκοντες ὑπήνας
  2. χωροῦσʼ, ὥσπερ χοιροκομεῖον περὶ τοῖς μηροῖσιν ἔχοντες.
Χορός
  1. ἄνδρες Λάκωνες πρῶτα μέν μοι χαίρετε,
  2. εἶτʼ εἴπαθʼ ἡμῖν πῶς ἔχοντες ἥκετε.
Λάκων
  1. τί δεῖ ποθʼ ὑμὲ πολλὰ μυσίδδειν ἔπη;
  2. ὁρῆν γὰρ ἔξεσθʼ ὡς ἔχοντες ἵκομες.
Χορός
  1. βαβαί· νενεύρωται μὲν ἥδε συμφορὰ
  2. δεινῶς, †τεθερμῶσθαί γε† χεῖρον φαίνεται.
Λάκων
  1. ἄφατα. τί κα λέγοι τις; ἀλλʼ ὅπᾳ σέλει
  2. παντᾷ τις ἐλσὼν ἁμὶν εἰράναν σέτω.
Χορός
  1. καὶ μὴν ὁρῶ καὶ τούσδε τοὺς αὐτόχθονας