Lysistrata

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. οὔτε δράσω φλαῦρον οὐδὲν οὔθʼ ὑφʼ ὑμῶν πείσομαι.
  2. ἀλλὰ κοινῇ συσταλέντες τοῦ μέλους ἀρξώμεθα.
Χορός
  1. οὐ παρασκευαζόμεσθα
  2. τῶν πολιτῶν οὐδένʼ ὦνδρες
  3. φλαῦρον εἰπεῖν οὐδὲ ἕν.
  4. ἀλλὰ πολὺ τοὔμπαλιν πάντʼ ἀγαθὰ καὶ λέγειν
  5. καὶ δρᾶν· ἱκανὰ γὰρ τὰ κακὰ καὶ τὰ παρακείμενα.
  6. ἀλλʼ ἐπαγγελλέτω πᾶς ἀνὴρ καὶ γυνή,
  7. εἴ τις ἀργυρίδιον δεῖται
  8. λαβεῖν μνᾶς ἢ δύʼ ἢ τρεῖς,
  9. ὡς † πόλλʼ ἔσω ʼστὶν†
  10. κἄχομεν βαλλάντια.
  11. κἄν ποτʼ εἰρήνη φανῇ,
  12. ὅστις ἂν νυνὶ δανείσηται
  13. παρʼ ἡμῶν,
  14. ἃν λάβῃ μηκέτʼ ἀποδῷ.
Χορός
  1. ἑστιᾶν δὲ μέλλομεν ξένους
  2. τινὰς Καρυστίους, ἄν-
  3. δρας καλούς τε κἀγαθούς.
  4. κἄστιν ἔτʼ ἔτνος τι· καὶ δελφάκιον ἦν τί μοι,