Lysistrata
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἀλλʼ ὑπʼ ὀργῆς γὰρ πονηρᾶς καὶ τότʼ ἀπέδυν ἐγώ.
- πρῶτα μὲν φαίνει γʼ ἀνήρ, εἶτʼ οὐ καταγέλαστος εἶ.
- κεἴ με μὴ ʼλύπεις, ἐγώ σου κἂν τόδε τὸ θηρίον
- τοὐπὶ τὠφθαλμῷ λαβοῦσʼ ἐξεῖλον ἂν ὃ νῦν ἔνι.
- τοῦτʼ ἄρʼ ἦν με τοὐπιτρῖβον, δακτύλιος οὑτοσί·
- ἐκσκάλευσον αὐτό, κᾆτα δεῖξον ἀφελοῦσά μοι·
- ὡς τὸν ὀφθαλμόν γέ μου νὴ τὸν Δία πάλαι δάκνει.
- ἀλλὰ δράσω ταῦτα· καίτοι δύσκολος ἔφυς ἀνήρ.
- ἦ μέγʼ ὦ Ζεῦ χρῆμʼ ἰδεῖν τῆς ἐμπίδος ἔνεστί σοι.
- οὐχ ὁρᾷς; οὐκ ἐμπίς ἐστιν ἥδε Τρικορυσία;
- νὴ Δίʼ ὤνησάς γέ μʼ, ὡς πάλαι γέ μʼ ἐφρεωρύχει,
- ὥστʼ ἐπειδὴ ʼξῃρέθη, ῥεῖ μου τὸ δάκρυον πολύ.
- ἀλλʼ ἀποψήσω σʼ ἐγώ, καίτοι πάνυ πονηρὸς εἶ,
- καὶ φιλήσω.
- μὴ φιλήσῃς.
- ἤν τε βούλῃ γʼ ἤν τε μή.
- ἀλλὰ μὴ ὥρασʼ ἵκοισθʼ· ὡς ἐστὲ θωπικαὶ φύσει,
- κἄστʼ ἐκεῖνο τοὔπος ὀρθῶς κοὐ κακῶς εἰρημένον,
- οὔτε σὺν πανωλέθροισιν οὔτʼ ἄνευ πανωλέθρων.
- ἀλλὰ νυνὶ σπένδομαί σοι, καὶ τὸ λοιπὸν οὐκέτι