Birds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- οὐκ εἶ θύραζʼ; ἐς κόρακας.
- οἴμοι δείλαιος.
- οὔκουν ἑτέρωσε χρησμολογήσεις ἐκτρέχων;
- ἥκω παρʼ ὑμᾶς —
- ἕτερον αὖ τουτὶ κακόν.
- τί δʼ αὖ σὺ δράσων; τίς δʼ ἰδέα βουλεύματος;
- τίς ἡ ʼπίνοια, τίς ὁ κόθορνος τῆς ὁδοῦ;
- γεωμετρῆσαι βούλομαι τὸν ἀέρα
- ὑμῖν διελεῖν τε κατὰ γύας.
- πρὸς τῶν θεῶν
- σὺ δʼ εἶ τίς ἀνδρῶν;
- ὅστις εἴμʼ ἐγώ; Μέτων,
- ὃν οἶδεν Ἑλλὰς χὠ Κολωνός.
- εἰπέ μοι,
- ταυτὶ δέ σοι τί ἔστι;
- κανόνες ἀέρος.
- αὐτίκα γὰρ ἀήρ ἐστι τὴν ἰδέαν ὅλος
- κατὰ πνιγέα μάλιστα. προσθεὶς οὖν ἐγὼ
- τὸν κανόνʼ, ἄνωθεν τουτονὶ τὸν καμπύλον
- ἐνθεὶς διαβήτην — μανθάνεις;