Birds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. λαβὲ τὸ βιβλίον.
  2. καὶ φιάλην δοῦναι, καὶ σπλάγχνων χεῖρʼ ἐπιπλῆσαι.
Πισθέταιρος
  1. καὶ σπλάγχνα διδόνʼ ἔνεστι;
Χρησμολόγος
  1. λαβὲ τὸ βιβλίον.
  2. κἂν μὲν θέσπιε κοῦρε ποιῇς ταῦθʼ ὡς ἐπιτέλλω,
  3. αἰετὸς ἐν νεφέλῃσι γενήσεαι· αιʼ δέ κε μὴ δῷς,
  4. οὐκ ἔσει οὐ τρυγὼν οὐδʼ αἰετὸς οὐ δρυκολάπτης.
Πισθέταιρος
  1. καὶ ταῦτʼ ἔνεστʼ ἐνταῦθα;
Χρησμολόγος
  1. λαβὲ τὸ βιβλίον.
Πισθέταιρος
  1. οὐδὲν ἄρʼ ὅμοιός ἐσθʼ ὁ χρησμὸς τουτῳί,
  2. ὃν ἐγὼ παρὰ τἀπόλλωνος ἐξεγραψάμην·
  3. αὐτὰρ ἐπὴν ἄκλητος ἰὼν ἄνθρωπος ἀλαζὼν
  4. λυπῇ θύοντας καὶ σπλαγχνεύειν ἐπιθυμῇ,
  5. δὴ τότε χρὴ τύπτειν αὐτὸν πλευρῶν τὸ μεταξὺ —
Χρησμολόγος
  1. οὐδὲν λέγειν οἶμαί σε.
Πισθέταιρος
  1. λαβὲ τὸ βιβλίον.
  2. καὶ φείδου μηδὲν μηδʼ αἰετοῦ ἐν νεφέλῃσιν,
  3. μήτʼ ἢν Λάμπων ᾖ μήτʼ ἢν ὁ μέγας Διοπείθης.
Χρησμολόγος
  1. καὶ ταῦτʼ ἔνεστʼ ἐνταῦθα;
Πισθέταιρος
  1. λαβὲ τὸ βιβλίον.