Birds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. οὐ μανθάνω.
Μέτων
  1. ὀρθῷ μετρήσω κανόνι προστιθείς, ἵνα
  2. ὁ κύκλος γένηται σοι τετράγωνος κἀν μέσῳ
  3. ἀγορά, φέρουσαι δʼ ὦσιν εἰς αὐτὴν ὁδοὶ
  4. ὀρθαὶ πρὸς αὐτὸ τὸ μέσον, ὥσπερ δʼ ἀστέρος
  5. αὐτοῦ κυκλοτεροῦς ὄντος ὀρθαὶ πανταχῇ
  6. ἀκτῖνες ἀπολάμπωσιν.
Πισθέταιρος
  1. ἅνθρωπος Θαλῆς.
  2. Μέτων —
Μέτων
  1. τί ἔστιν;
Πισθέταιρος
  1. οἶσθʼ ὁτιὴ φιλῶ σʼ ἐγώ,
  2. κἀμοὶ πιθόμενος ὑπαποκίνει τῆς ὁδοῦ.
Μέτων
  1. τί δʼ ἐστὶ δεινόν;
Πισθέταιρος
  1. ὥσπερ ἐν Λακεδαίμονι
  2. ξενηλατοῦνται καὶ κεκίνηνταί τινες·
  3. πληγαὶ συχναὶ κατʼ ἄστυ.
Μέτων
  1. μῶν στασιάζετε;
Πισθέταιρος
  1. μὰ τὸν Δίʼ οὐ δῆτʼ.
Μέτων
  1. ἀλλὰ πῶς;
Πισθέταιρος
  1. ὁμοθυμαδὸν