Birds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. οὐκ ἂν ἐξίδισεν ἐς θοἰμάτιον, ἀλλʼ ἀνέπτετο,
  2. κἀποπαρδὼν κἀναπνεύσας αὖθις αὖ κατέπτετο·
  3. εἴ τε μοιχεύων τις ὑμῶν ἐστιν ὅστις τυγχάνει,
  4. κᾆθʼ ὁρᾷ τὸν ἄνδρα τῆς γυναικὸς ἐν βουλευτικῷ,
  5. οὗτος ἂν πάλιν παρʼ ὑμῶν πτερυγίσας ἀνέπτετο,
  6. εἶτα βινήσας ἐκεῖθεν αὖθις αὖ κατέπτετο.
  7. ἆρʼ ὑπόπτερον γενέσθαι παντός ἐστιν ἄξιον;
  8. ὡς Διειτρέφης γε πυτιναῖα μόνον ἔχων πτερὰ
  9. ᾑρέθη φύλαρχος, εἶθʼ ἵππαρχος, εἶτʼ ἐξ οὐδενὸς
  10. μεγάλα πράττει κἀστὶ νυνὶ ξουθὸς ἱππαλεκτρυών.
Πισθέταιρος
  1. ταυτὶ τοιαυτί· μὰ Δίʼ ἐγὼ μὲν πρᾶγμά πω
  2. γελοιότερον οὐκ εἶδον οὐδεπώποτε.
Ἐυελπίδης
  1. ἐπὶ τῷ γελᾷς;
Πισθέταιρος
  1. ἐπὶ τοῖσι σοῖς ὠκυπτέροις.
  2. οἶσθʼ ᾧ μάλιστʼ ἔοικας ἐπτερωμένος;
  3. εἰς εὐτέλειαν χηνὶ συγγεγραμμένῳ.
Ἐυελπίδης
  1. σὺ δὲ κοψίχῳ γε σκάφιον ἀποτετιλμένῳ.
Πισθέταιρος
  1. ταυτὶ μὲν ᾐκάσμεσθα κατὰ τὸν Αἰσχύλον·
  2. τάδʼ οὐχ ὑπʼ ἄλλων ἀλλὰ τοῖς αὑτῶν πτεροῖς.
Ἔποψ
  1. ἄγε δὴ τί χρὴ δρᾶν;