Birds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- πρῶτον ὄνομα τῇ πόλει
- θέσθαι τι μέγα καὶ κλεινόν, εἶτα τοῖς θεοῖς
- θῦσαι μετὰ τοῦτο.
- ταῦτα κἀμοὶ συνδοκεῖ.
- φέρʼ ἴδω, τί δʼ ἡμῖν τοὔνομʼ ἔσται τῇ πόλει;
- βούλεσθε τὸ μέγα τοῦτο τοὐκ Λακεδαίμονος
- Σπάρτην ὄνομα καλῶμεν αὐτήν;
- Ἡράκλεις·
- Σπάρτην γὰρ ἂν θείμην ἐγὼ τἠμῇ πόλει;
- οὐδʼ ἂν χαμεύνῃ πάνυ γε κειρίαν γʼ ἔχων.
- τί δῆτʼ ὄνομʼ αὐτῇ θησόμεσθʼ;
- ἐντευθενὶ
- ἐκ τῶν νεφελῶν καὶ τῶν μετεώρων χωρίων
- χαῦνόν τι πάνυ.
- βούλει Νεφελοκοκκυγίαν;
- ἰοὺ ἰού·
- καλόν γʼ ἀτεχνῶς σὺ καὶ μέγʼ ηὗρες τοὔνομα.
- ἆρʼ ἐστὶν αὑτηγὶ Νεφελοκοκκυγία,
- ἵνα καὶ τὰ Θεογένους τὰ πολλὰ χρήματα
- τά τʼ Αἰσχίνου γʼ ἅπαντα;