Birds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- τιὸ τιὸ τιὰ τιὸ τιὸ τιοτίγξ,
- συμμιγῆ βοὴν ὁμοῦ
- πτεροῖς κρέκοντες ἴακχον Ἀπόλλω,
- τιὸ τιὸ τιὸ τιοτίγξ,
- ὄχθῳ ἐφεζόμενοι παρʼ Ἕβρον ποταμόν,
- τιὸ τιὸ τιὸ τιοτίγξ,
- διὰ δʼ αἰθέριον νέφος ἦλθε βοά·
- πτῆξε δὲ φῦλά τε ποικίλα θηρῶν,
- κύματά τʼ ἔσβεσε νήνεμος αἴθρη,
- τοτοτοτοτοτοτοτοτοτίγξ·
- πᾶς δʼ ἐπεκτύπησʼ Ὄλυμπος·
- εἷλε δὲ θάμβος ἄνακτας· Ὀλυμπιάδες δὲ μέλος Χάριτες
- Μοῦσαί τʼ ἐπωλόλυξαν.
- τιὸ τιὸ τιὸ τιοτίγξ.
- οὐδέν ἐστʼ ἄμεινον οὐδʼ ἥδιον ἢ φῦσαι πτερά.
- αὐτίχʼ ὑμῶν τῶν θεατῶν εἴ τις ἧν ὑπόπτερος,
- εἶτα πεινῶν τοῖς χοροῖσι τῶν τραγῳδῶν ἤχθετο,
- ἐκπτόμενος ἂν οὗτος ἠρίστησεν ἐλθὼν οἴκαδε,
- κᾆτʼ ἂν ἐμπλησθεὶς ἐφʼ ἡμᾶς αὖθις αὖ κατέπτετο.
- εἴ τε Πατροκλείδης τις ὑμῶν τυγχάνει χεζητιῶν,