Birds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- Φρύνιχος ἀμβροσίων μελέων ἀπεβόσκετο καρπὸν ἀεὶ
- φέρων γλυκεῖαν ᾠδάν.
- τιὸ τιὸ τιὸ τιοτίγξ.
- εἰ μετʼ ὀρνίθων τις ὑμῶν ὦ θεαταὶ βούλεται
- διαπλέκειν ζῶν ἡδέως τὸ λοιπόν, ὡς ἡμᾶς ἴτω.
- ὅσα γάρ ἐστιν ἐνθάδʼ αἰσχρὰ τῷ νόμῳ κρατούμενα,
- ταῦτα πάντʼ ἐστὶν παρʼ ἡμῖν τοῖσιν ὄρνισιν καλά.
- εἰ γὰρ ἐνθάδʼ ἐστὶν αἰσχρὸν τὸν πατέρα τύπτειν νόμῳ,
- τοῦτʼ ἐκεῖ καλὸν παρʼ ἡμῖν ἐστιν, ἤν τις τῷ πατρὶ
- προσδραμὼν εἴπῃ πατάξας, αἶρε πλῆκτρον, εἰ μαχεῖ.
- εἰ δὲ τυγχάνει τις ὑμῶν δραπέτης ἐστιγμένος,
- ἀτταγᾶς οὗτος παρʼ ἡμῖν ποικίλος κεκλήσεται.
- εἰ δὲ τυγχάνει τις ὢν Φρὺξ μηδὲν ἦττον Σπινθάρου,
- φρυγίλος ὄρνις ἐνθάδʼ ἔσται, τοῦ Φιλήμονος γένους.
- εἰ δὲ δοῦλός ἐστι καὶ Κὰρ ὥσπερ Ἐξηκεστίδης,
- φυσάτω πάππους παρʼ ἡμῖν, καὶ φανοῦνται φράτερες.
- εἰ δʼ ὁ Πεισίου προδοῦναι τοῖς ἀτίμοις τὰς πύλας
- βούλεται, πέρδιξ γενέσθω, τοῦ πατρὸς νεοττίον·
- ὡς παρʼ ἡμῖν οὐδὲν αἰσχρόν ἐστιν ἐκπερδικίσαι.
- τοιάδε κύκνοι,