Birds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἀλλὰ παρόντες δώσομεν ὑμῖν
- αὐτοῖς, παισίν, παίδων παισίν,
- πλουθυγιείαν
- εὐδαιμονίαν βίον εἰρήνην
- νεότητα γέλωτα χοροὺς θαλίας
- γάλα τʼ ὀρνίθων. ὥστε παρέσται
- κοπιᾶν ὑμῖν ὑπὸ τῶν ἀγαθῶν·
- οὕτω πλουτήσετε πάντες.
- Μοῦσα λοχμαία,
- τιὸ τιὸ τιὸ τιὸ τιὸ τιὸ τιοτίγξ,
- ποικίλη, μεθʼ ἧς ἐγὼ
- νάπαισι καὶ κορυφαῖς ἐν ὀρείαις,
- τιὸ τιὸ τιὸ τιοτίγξ,
- ἱζόμενος μελίας ἐπὶ φυλλοκόμου,
- τιὸ τιὸ τιὸ τιοτίγξ,
- διʼ ἐμῆς γένυος ξουθῆς μελέων
- Πανὶ νόμους ἱεροὺς ἀναφαίνω
- σεμνά τε μητρὶ χορεύματʼ ὀρείᾳ,
- τοτοτοτοτοτοτοτοτοτίγξ,
- ἔνθεν ὡστερεὶ μέλιττα