Birds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. πρῶτα μὲν ὥρας φαίνομεν ἡμεῖς ἦρος χειμῶνος ὀπώρας·
  2. σπείρειν μέν, ὅταν γέρανος κρώζουσʼ ἐς τὴν Λιβύην μεταχωρῇ.
  3. καὶ πηδάλιον τότε ναυκλήρῳ φράζει κρεμάσαντι καθεύδειν,
  4. εἶτα δʼ Ὀρέστῃ χλαῖναν ὑφαίνειν, ἵνα μὴ ῥιγῶν ἀποδύῃ.
  5. ἰκτῖνος δʼ αὖ μετὰ ταῦτα φανεὶς ἑτέραν ὥραν ἀποφαίνει,
  6. ἡνίκα πεκτεῖν ὥρα προβάτων πόκον ἠρινόν· εἶτα χελιδών,
  7. ὅτε χρὴ χλαῖναν πωλεῖν ἤδη καὶ ληδάριόν τι πρίασθαι.
  8. ἐσμὲν δʼ ὑμῖν Ἄμμων Δελφοὶ Δωδώνη Φοῖβος Ἀπόλλων.
  9. ἐλθόντες γὰρ πρῶτον ἐπʼ ὄρνις οὕτω πρὸς ἅπαντα τρέπεσθε,
  10. πρός τʼ ἐμπορίαν, καὶ πρὸς βιότου κτῆσιν, καὶ πρὸς γάμον ἀνδρός.
  11. ὄρνιν τε νομίζετε πάνθʼ ὅσαπερ περὶ μαντείας διακρίνει·
  12. φήμη γʼ ὑμῖν ὄρνις ἐστί, πταρμόν τʼ ὄρνιθα καλεῖτε,
  13. ξύμβολον ὄρνιν, φωνὴν ὄρνιν, θεράποντʼ ὄρνιν, ὄνον ὄρνιν.
  14. ἆρʼ οὐ φανερῶς ἡμεῖς ὑμῖν ἐσμὲν μαντεῖος Ἀπόλλων;
Χορός
  1. ἢν οὖν ἡμᾶς νομίσητε θεούς,
  2. ἕξετε χρῆσθαι μάντεσι Μούσαις
  3. αὔραις ὥραις χειμῶνι θέρει
  4. μετρίῳ πνίγει· κοὐκ ἀποδράντες
  5. καθεδούμεθʼ ἄνω σεμνυνόμενοι
  6. παρὰ ταῖς νεφέλαις ὥσπερ χὠ Ζεύς·