Birds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- τοῖς αἰθερίοις τοῖσιν ἀγήρῳς τοῖς ἄφθιτα μηδομένοισιν,
- ἵνʼ ἀκούσαντες πάντα παρʼ ἡμῶν ὀρθῶς περὶ τῶν μετεώρων.
- φύσιν οἰωνῶν γένεσίν τε θεῶν ποταμῶν τʼ Ἐρέβους τε Χάους τε
- εἰδότες ὀρθῶς, Προδίκῳ παρʼ ἐμοῦ κλάειν εἴπητε τὸ λοιπόν.
- Χάος ἦν καὶ Νὺξ Ἔρεβός τε μέλαν πρῶτον καὶ Τάρταρος εὐρύς,
- γῆ δʼ οὐδʼ ἀὴρ οὐδʼ οὐρανὸς ἦν· Ἐρέβους δʼ ἐν ἀπείροσι κόλποις
- τίκτει πρώτιστον ὑπηνέμιον Νὺξ ἡ μελανόπτερος ᾠόν,
- ἐξ οὖ περιτελλομέναις ὥραις ἔβλαστεν Ἔρως ὁ ποθεινός,
- στίλβων νῶτον πτερύγοιν χρυσαῖν, εἰκὼς ἀνεμώκεσι δίναις.
- οὗτος δὲ Χάει πτερόεντι μιγεὶς νυχίῳ κατὰ Τάρταρον εὐρὺν
- ἐνεόττευσεν γένος ἡμέτερον, καὶ πρῶτον ἀνήγαγεν ἐς φῶς.
- πρότερον δʼ οὐκ ἦν γένος ἀθανάτων, πρὶν Ἔρως ξυνέμειξεν ἅπαντα·
- ξυμμιγνυμένων δʼ ἑτέρων ἑτέροις γένετʼ οὐρανὸς ὠκεανός τε
- καὶ γῆ πάντων τε θεῶν μακάρων γένος ἄφθιτον. ὦδε μέν ἐσμεν
- πολὺ πρεσβύτατοι πάντων μακάρων. ἡμεῖς δʼ ὡς ἐσμὲν Ἔρωτος
- πολλοῖς δῆλον· πετόμεσθά τε γὰρ καὶ τοῖσιν ἐρῶσι σύνεσμεν·
- πολλοὺς δὲ καλοὺς ἀπομωμοκότας παῖδας πρὸς τέρμασιν ὥρας
- διὰ τὴν ἰσχὺν τὴν ἡμετέραν διεμήρισαν ἄνδρες ἐρασταί,
- ὁ μὲν ὄρτυγα δοὺς ὁ δὲ πορφυρίωνʼ ὁ δὲ χῆνʼ ὁ δὲ Περσικὸν ὄρνιν.
- πάντα δὲ θνητοῖς ἐστὶν ἀφʼ ἡμῶν τῶν ὀρνίθων τὰ μέγιστα.