Birds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ὅσον δʼ ἔχει τὸν χρυσόν, ὥσπερ παρθένος.
Ἐυελπίδης
  1. ἐγὼ μὲν αὐτὴν κἂν φιλῆσαί μοι δοκῶ.
Πισθέταιρος
  1. ἀλλʼ ὦ κακόδαιμον ῥύγχος ὀβελίσκοιν ἔχει.
Ἐυελπίδης
  1. ἀλλʼ ὥσπερ ᾠὸν νὴ Δίʼ ἀπολέψαντα χρὴ
  2. ἀπὸ τῆς κεφαλῆς τὸ λέμμα κᾆθʼ οὕτω φιλεῖν.
Ἔποψ
  1. ἴωμεν.
Πισθέταιρος
  1. ἡγοῦ δὴ σὺ νῷν τύχἀγαθῇ.
Χορός
  1. ὦ φίλη, ὦ ξουθή,
  2. ὦ φίλτατον ὀρνέων
  3. πάντων, ξύννομε τῶν ἐμῶν
  4. ὕμνων, ξύντροφʼ ἀηδοῖ,
  5. ἦλθες ἦλθες ὤφθης,
  6. ἡδὺν φθόγγον ἐμοὶ φέρουσʼ.
  7. ἀλλʼ ὦ καλλιβόαν κρέκουσʼ
  8. αὐλὸν φθέγμασιν ἠρινοῖς,
  9. ἄρχου τῶν ἀναπαίστων.
Χορός
  1. ἄγε δὴ φύσιν ἄνδρες ἀμαυρόβιοι, φύλλων γενεᾷ προσόμοιοι,
  2. ὀλιγοδρανέες, πλάσματα πηλοῦ, σκιοειδέα φῦλʼ ἀμενηνά,
  3. ἀπτῆνες ἐφημέριοι ταλαοὶ βροτοὶ ἀνέρες εἰκελόνειροι,
  4. προσέχετε τὸν νοῦν τοῖς ἀθανάτοις ἡμῖν τοῖς αἰὲν ἐοῦσιν,