Birds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- Ἐπικεχοδὼς ἔγωγε Φασιανικός.
- ἀτὰρ σὺ τί θηρίον ποτʼ εἶ πρὸς τῶν θεῶν;
- ὄρνις ἔγωγε δοῦλος.
- ἡττήθης τινὸς
- ἀλεκτρυόνος;
- οὐκ ἀλλʼ ὅτε περ ὁ δεσπότης
- ἔποψ ἐγένετο, τότε γενέσθαι μʼ ηὔξατο
- ὄρνιν, ἵνʼ ἀκόλουθον διάκονόν τʼ ἔχῃ.
- δεῖται γὰρ ὄρνις καὶ διακόνου τινός;
- οὗτός γʼ, ἅτʼ οἶμαι πρότερον ἄνθρωπός ποτʼ ὤν,
- τοτὲ μὲν ἐρᾷ φαγεῖν ἀφύας Φαληρικάς·
- τρέχω ʼπʼ ἀφύας λαβὼν ἐγὼ τὸ τρύβλιον.
- ἔτνους δʼ ἐπιθυμεῖ, δεῖ τορύνης καὶ χύτρας·
- τρέχω ʼπὶ τορύνην.
- τροχίλος ὄρνις οὑτοσί.
- οἶσθʼ οὖν ὃ δρᾶσον ὦ τροχίλε; τὸν δεσπότην
- ἡμῖν κάλεσον.
- ἀλλʼ ἀρτίως νὴ τὸν Δία
- εὕδει καταφαγὼν μύρτα καὶ σέρφους τινάς.
- ὅμως ἐπέγειρον αὐτόν.