Birds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- οἶδα μὲν σαφῶς
- ὅτι ἀχθέσεται, σφῷν δʼ αὐτὸν οὕνεκʼ ἐπεγερῶ.
- κακῶς σύ γʼ ἀπόλοιʼ, ὥς μʼ ἀπέκτεινας δέει.
- οἴμοι κακοδαίμων χὠ κολοιός μοἴχεται
- ὑπὸ τοῦ δέους.
- ὦ δειλότατον σὺ θηρίον,
- δείσας ἀφῆκας τὸν κολοιόν;
- εἰπέ μοι,
- σὺ δὲ τὴν κορώνην οὐκ ἀφῆκας καταπεσών;
- μὰ Δίʼ οὐκ ἔγωγε.
- ποῦ γάρ ἐστʼ;
- ἀπέπτετο.
- οὐκ ἆρʼ ἀφῆκας; ὦγάθʼ ὡς ἀνδρεῖος εἶ.
- ἄνοιγε τὴν ὕλην, ἵνʼ ἐξέλθω ποτέ.
- ὦ Ἡράκλεις τουτὶ τί ποτʼ ἐστὶ τὸ θηρίον;
- τίς ἡ πτέρωσις; τίς ὁ τρόπος τῆς τριλοφίας;
- τίνες εἰσί μʼ οἱ ζητοῦντες;
- οἱ δώδεκα θεοὶ
- εἴξασιν ἐπιτρῖψαί σε.
- μῶν με σκώπτετον