Birds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἀλλʼ οἶσθʼ ὃ δρᾶσον; τῷ σκέλει θένε τὴν πέτραν.
- σὺ δὲ τῇ κεφαλῇ γʼ, ἵνʼ ᾖ διπλάσιος ὁ ψόφος.
- σὺ δʼ οὖν λίθῳ κόψον λαβών.
- πάνυ γʼ, εἰ δοκεῖ.
- παῖ παῖ.
- τί λέγεις οὗτος; τὸν ἔποπα παῖ καλεῖς;
- οὐκ ἀντὶ τοῦ παιδός σʼ ἐχρῆν ἐποποῖ καλεῖν;
- ἐποποῖ. ποιήσεις ἔτι με κόπτειν αὖθις αὖ.
- ἐποποῖ.
- τίνες οὗτοι; τίς ὁ βοῶν τὸν δεσπότην;
- Ἄπολλον ἀποτρόπαιε τοῦ χασμήματος.
- οἴμοι τάλας ὀρνιθοθήρα τουτωί.
- οὕτως τι δεινὸν οὐδὲ κάλλιον λέγειν.
- ἀπολεῖσθον.
- ἀλλʼ οὐκ ἐσμὲν ἀνθρώπω.
- τί δαί;
- Ὑποδεδιὼς ἔγωγε Διβυκὸν ὄρνεον.
- οὐδὲν λέγεις.
- καὶ μὴν ἐροῦ τὰ πρὸς ποδῶν.
- ὁδὶ δὲ δὴ τίς ἐστιν ὄρνις; οὐκ ἐρεῖς;