Birds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. φλαύρως ἐκοινώνησεν αἰετῷ ποτέ.
Ἔποψ
  1. μηδὲν φοβηθῇς· ἔστι γάρ τι ῥιζίον,
  2. ὃ διατραγόντʼ ἔσεσθον ἐπτερωμένω.
Πισθέταιρος
  1. οὕτω μὲν εἰσίωμεν. ἄγε δὴ Ξανθία
  2. καὶ Μανόδωρε λαμβάνετε τὰ στρώματα.
Χορός
  1. οὗτος σὲ καλῶ, σὲ λέγω.
Ἔποψ
  1. τί καλεῖς;
Χορός
  1. τούτους μὲν ἄγων μετὰ σαυτοῦ
  2. ἀρίστισον εὖ· τὴν δʼ ἡδυμελῆ ξύμφωνον ἀηδόνα Μούσαις
  3. κατάλειφʼ ἡμῖν δεῦρʼ ἐκβιβάσας, ἵνα παίσωμεν μετʼ ἐκείνης.
Πισθέταιρος
  1. ὦ τοῦτο μεντοι νὴ Δίʼ αὐτοῖσιν πιθοῦ·
  2. ἐκβίβασον ἐκ τοῦ βουτόμου τοὐρνίθιον.
Ἐυελπίδης
  1. ἐκβίβασον αὐτοῦ πρὸς θεῶν αὐτήν, ἵνα
  2. καὶ νὼ θεασώμεσθα τὴν ἀηδόνα.
Ἔποψ
  1. ἀλλʼ εἰ δοκεῖ σφῷν, ταῦτα χρὴ δρᾶν. ἡ Πρόκνη
  2. ἔκβαινε καὶ σαυτὴν ἐπιδείκνυ τοῖς ξένοις.
Πισθέταιρος
  1. ὦ Ζεῦ πολυτίμηθʼ ὡς καλὸν τοὐρνίθιον,
  2. ὡς δʼ ἁπαλόν, ὡς δὲ λευκόν.
Ἐυελπίδης
  1. ἆρά γʼ οἶσθʼ ὅτι
  2. ἐγὼ διαμηρίζοιμʼ ἂν αὐτὴν ἡδέως;