Birds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ὥρα ʼστὶν ἡμῖν οὐδὲ μελλονικιᾶν,
- ἀλλʼ ὡς τάχιστα δεῖ τι δρᾶν· πρῶτον δέ γε
- εἰσέλθετʼ ἐς νεοττιάν γε τὴν ἐμὴν
- καὶ τἀμὰ κάρφη καὶ τὰ παρόντα φρύγανα,
- καὶ τοὔνομʼ ἡμῖν φράσατον.
- ἀλλὰ ῥᾴδιον.
- ἐμοὶ μὲν ὄνομα Πισθέταιρος, τῳδεδὶ
- Εὐελπίδης Κριῶθεν.
- ἀλλὰ χαίρετον
- ἄμφω.
- δεχόμεθα.
- δεῦρο τοίνυν εἴσιτον.
- ἴωμεν· εἰσηγοῦ σὺ λαβὼν ἡμᾶς.
- ἴθι.
- ἀτὰρ τὸ δεῖνα, δεῦρʼ ἐπανάκρουσαι πάλιν.
- φέρʼ ἴδω, φράσον νῷν, πῶς ἐγώ τε χοὐτοσὶ
- ξυνεσόμεθʼ ὑμῖν πετομένοις οὐ πετομένω;
- καλῶς.
- ὅρα νυν, ὡς ἐν Αἰσώπου λόγοις
- ἐστὶν λεγόμενον δή τι, τὴν ἀλώπεχʼ, ὡς