Birds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- θύσομεν, ἀλλʼ ἐν ταῖσιν κομάροις
- καὶ τοῖς κοτίνοις στάντες ἔχοντες
- κριθὰς πυροὺς εὐξόμεθʼ αὐτοῖς
- ἀνατείνοντες τὼ χεῖρʼ ἀγαθῶν
- διδόναι τι μέρος· καὶ ταῦθʼ ἡμῖν
- παραχρῆμʼ ἔσται
- πυροὺς ὀλίγους προβαλοῦσιν.
- ὦ φίλτατʼ ἐμοὶ πολὺ πρεσβυτῶν ἐξ ἐχθίστου μεταπίπτων,
- οὐκ ἔστιν ὅπως ἂν ἐγώ ποθʼ ἑκὼν τῆς σῆς γνώμης ἔτʼ ἀφείμην.
- ἐπαυχήσας δὲ τοῖσι σοῖς λόγοις
- ἐπηπείλησα καὶ κατώμοσα,
- ἢν σὺ παρʼ ἐμὲ θέμενος
- ὁμόφρονας λόγους δικαίους
- ἀδόλους ὁσίους
- ἐπὶ θεοὺς ἴῃς, ἐμοὶ
- φρονῶν ξυνῳδά, μὴ πολὺν χρόνον
- θεοὺς ἔτι σκῆπτρα τἀμὰ τρίψειν.
- ἀλλʼ ὅσα μὲν δεῖ ῥώμῃ πράττειν, ἐπὶ ταῦτα τεταξόμεθʼ ἡμεῖς·
- ὅσα δὲ γνώμῃ δεῖ βουλεύειν, ἐπὶ σοὶ τάδε πάντʼ ἀνάκειται.
- καὶ μὴν μὰ τὸν Δίʼ οὐχὶ νυστάζειν ἔτι