Birds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. πῶς δʼ ὑγιείαν δώσουσʼ αὐτοῖς, οὖσαν παρὰ τοῖσι θεοῖσιν;
Πισθέταιρος
  1. ἢν εὖ πράττωσʼ, οὐχ ὑγιεία μεγάλη τοῦτʼ ἐστί; σάφʼ ἴσθι,
  2. ὡς ἄνθρωπός γε κακῶς πράττων ἀτεχνῶς οὐδεὶς ὑγιαίνει.
Ἔποψ
  1. πῶς δʼ ἐς γῆράς ποτʼ ἀφίξονται; καὶ γὰρ τοῦτʼ ἔστʼ ἐν Ὀλύμπῳ·
  2. ἢ παιδάριʼ ὄντʼ ἀποθνῄσκειν δεῖ;
Πισθέταιρος
  1. μὰ Δίʼ ἀλλὰ τριακόσιʼ αὐτοῖς
  2. ἔτι προσθήσουσʼ ὄρνιθες ἔτη.
Ἔποψ
  1. παρὰ τοῦ;
Πισθέταιρος
  1. παρʼ ὅτου; παρʼ ἑαυτῶν.
  2. οὐκ οἶσθʼ ὅτι πέντʼ ἀνδρῶν γενεὰς ζώει λακέρυζα κορώνη;
Ἐυελπίδης
  1. αἰβοῖ πολλῷ κρείττους οὗτοι τοῦ Διὸς ἡμῖν βασιλεύειν.
Πισθέταιρος
  1. οὐ γὰρ πολλῷ;
  2. πρῶτον μέν γʼ οὐχὶ νεὼς ἡμᾶς
  3. οἰκοδομεῖν δεῖ λιθίνους αὐτοῖς,
  4. οὐδὲ θυρῶσαι χρυσαῖσι θύραις,
  5. ἀλλʼ ὑπὸ θάμνοις καὶ πρινιδίοις
  6. οἰκήσουσιν. τοῖς δʼ αὖ σεμνοῖς
  7. τῶν ὀρνίθων δένδρον ἐλάας
  8. ὁ νεὼς ἔσται· κοὐκ ἐς Δελφοὺς
  9. οὐδʼ εἰς Ἄμμωνʼ ἐλθόντες ἐκεῖ