Birds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. μὴ πρίν γʼ ἂν ἐγὼ τὼ βοιδαρίω τὠμὼ πρώτιστʼ ἀποδῶμαι.
Πισθέταιρος
  1. ἢν δʼ ἡγῶνται σὲ θεὸν σὲ βίον σὲ δὲ γῆν σὲ Κρόνον σὲ Ποσειδῶ,
  2. ἀγάθʼ αὐτοῖσιν πάντα παρέσται.
Ἔποψ
  1. λέγε δή μοι τῶν ἀγαθῶν ἕν.
Πισθέταιρος
  1. πρῶτα μὲν αὐτῶν τὰς οἰνάνθας οἱ πάρνοπες οὐ κατέδονται,
  2. ἀλλὰ γλαυκῶν λόχος εἷς αὐτοὺς καὶ κερχνῄδων ἐπιτρίψει.
  3. εἶθʼ οἱ κνῖπες καὶ ψῆνες ἀεὶ τὰς συκᾶς οὐ κατέδονται,
  4. ἀλλʼ ἀναλέξει πάντας καθαρῶς αὐτοὺς ἀγέλη μία κιχλῶν.
Ἔποψ
  1. πλουτεῖν δὲ πόθεν δώσομεν αὐτοῖς; καὶ γὰρ τούτου σφόδρʼ ἐρῶσιν.
Πισθέταιρος
  1. τὰ μέταλλʼ αὐτοῖς μαντευομένοις οὗτοι δώσουσι τὰ χρηστά,
  2. τάς τʼ ἐμπορίας τὰς κερδαλέας πρὸς τὸν μάντιν κατεροῦσιν,
  3. ὥστʼ ἀπολεῖται τῶν ναυκλήρων οὐδείς.
Ἔποψ
  1. πῶς οὐκ ἀπολεῖται;
Πισθέταιρος
  1. προερεῖ τις ἀεὶ τῶν ὀρνίθων μαντευομένῳ περὶ τοῦ πλοῦ·
  2. νυνὶ μὴ πλεῖ, χειμὼν ἔσται·νυνὶ πλεῖ, κέρδος ἐπέσται.
Ἐυελπίδης
  1. γαῦλον κτῶμαι καὶ ναυκληρῶ, κοὐκ ἂν μείναιμι παρʼ ὑμῖν.
Πισθέταιρος
  1. τοὺς θησαυρούς τʼ αὐτοῖς δείξουσʼ οὓς οἱ πρότεροι κατέθεντο
  2. τῶν ἀργυρίων· οὗτοι γὰρ ἴσασι· λέγουσι δέ τοι τάδε πάντες,
  3. οὐδεὶς οἶδεν τὸν θησαυρὸν τὸν ἐμὸν πλὴν εἴ τις ἄρʼ ὄρνις.
Ἐυελπίδης
  1. πωλῶ γαῦλον, κτῶμαι σμινύην, καὶ τὰς ὑδρίας ἀνορύττω.