Birds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. τὸ μὴ οὐ μεγάλην εἶναι φύσει κεὐδαίμονα
  2. καὶ πᾶσι κοινὴν ἐναποτεῖσαι χρήματα.
  3. οἱ μὲν γὰρ οὖν τέττιγες ἕνα μῆνʼ ἢ δύο
  4. ἐπὶ τῶν κραδῶν ᾄδουσʼ, Ἀθηναῖοι δʼ ἀεὶ
  5. ἐπὶ τῶν δικῶν ᾄδουσι πάντα τὸν βίον.
  6. διὰ ταῦτα τόνδε τὸν βάδον βαδίζομεν,
  7. κανοῦν δʼ ἔχοντε καὶ χύτραν καὶ μυρρίνας
  8. πλανώμεθα ζητοῦντε τόπον ἀπράγμονα,
  9. ὅποι καθιδρυθέντε διαγενοίμεθʼ ἄν.
  10. ὁ δὲ στόλος νῷν ἐστι παρὰ τὸν Τηρέα
  11. τὸν ἔποπα, παρʼ ἐκείνου πυθέσθαι δεομἐνω,
  12. εἴ που τοιαύτην εἶδε πόλιν ᾗ ʼπέπτετο.
Πισθέταιρος
  1. οὗτος.
Ἐυελπίδης
  1. τί ἔστιν;
Πισθέταιρος
  1. ἡ κορώνη μοι πάλαι
  2. ἄνω τι φράζει.
Ἐυελπίδης
  1. χὠ κολοιὸς οὑτοσὶ
  2. ἄνω κέχηνεν ὡσπερεὶ δεικνύς τί μοι,
  3. κοὐκ ἔσθʼ ὅπως οὐκ ἔστιν ἐνταῦθʼ ὄρνεα.
  4. εἰσόμεθα δʼ αὐτίκʼ, ἢν ποιήσωμεν ψόφον.