Birds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. νὴ τὸν Ἀπόλλω.
Χορός
  1. τουτὶ μὰ Δίʼ οὐκ ἐπεπύσμην.
Πισθέταιρος
  1. ἀμαθὴς γὰρ ἔφυς κοὐ πολυπράγμων, οὐδʼ Αἴσωπον πεπάτηκας,
  2. ὃς ἔφασκε λέγων κορυδὸν πάντων πρώτην ὄρνιθα γενέσθαι,
  3. προτέραν τῆς γῆς, κἄπειτα νόσῳ τὸν πατέρʼ αὐτῆς ἀποθνῄσκειν·
  4. γῆν δʼ οὐκ εἶναι, τὸν δὲ προκεῖσθαι πεμπταῖον· τὴν δʼ ἀποροῦσαν
  5. ὑπʼ ἀμηχανίας τὸν πατέρʼ αὑτῆς ἐν τῇ κεφαλῇ κατορύξαι.
Ἐυελπίδης
  1. ὁ πατὴρ ἄρα τῆς κορυδοῦ νυνὶ κεῖται τεθνεὼς Κεφαλῆσιν.
Πισθέταιρος
  1. οὔκουν δῆτʼ εἰ πρότεροι μὲν γῆς πρότεροι δὲ θεῶν ἐγένοντο,
  2. ὡς πρεσβυτάτων αὐτῶν ὄντῶν ὀρθῶς ἐσθʼ ἡ βασιλεία;
Ἐυελπίδης
  1. νὴ τὸν Ἀπόλλω· πάνυ τοίνυν χρὴ ῥύγχος βόσκειν σε τὸ λοιπόν·
  2. οὐκ ἀποδώσει ταχέως ὁ Ζεὺς τὸ σκῆπτρον τῷ δρυκολάπτῃ.
Πισθέταιρος
  1. ὡς δʼ οὐχὶ θεοὶ τοίνυν ἦρχον τῶν ἀνθρώπων τὸ παλαιόν,
  2. ἀλλʼ ὄρνιθες, κἀβασίλευον, πόλλʼ ἐστὶ τεκμήρια τούτων.
  3. αὐτίκα δʼ ὑμῖν πρῶτʼ ἐπιδείξω τὸν ἀλεκτρυόνʼ, ὡς ἐτυράννει
  4. ἦρχέ τε Περσῶν πρῶτον πάντων Δαρείου καὶ Μεγαβάζου,
  5. ὥστε καλεῖται Περσικὸς ὄρνις ἀπὸ τῆς ἀρχῆς ἔτʼ ἐκείνης.
Ἐυελπίδης
  1. διὰ ταῦτʼ ἄρʼ ἔχων καὶ νῦν ὥσπερ βασιλεὺς ὁ μέγας διαβάσκει
  2. ἐπὶ τῆς κεφαλῆς τὴν κυρβασίαν τῶν ὀρνίθων μόνος ὀρθήν.
Πισθέταιρος
  1. οὕτω δʼ ἴσχυσέ τε καὶ μέγας ἦν τότε καὶ πολύς, ὥστʼ ἔτι καὶ νῦν