Birds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. δύναμίν τινα μείζω
  2. παραλειπομένην ὑπʼ ἐμῆς φρενὸς ἀξυνέτου·
  3. σὺ δὲ τοῦθʼ οὑρᾷς λέγʼ ἐς κοινόν.
  4. ὃ γὰρ ἂν σὺ τύχῃς μοι
  5. ἀγαθὸν πορίσας, τοῦτο κοινὸν ἔσται.
Χορός
  1. ἀλλʼ ἐφʼ ὅτῳπερ πράγματι τὴν σὴν ἥκεις γνώμην ἀναπείσας,
  2. λέγε θαρρήσας· ὡς τὰς σπονδὰς οὐ μὴ πρότεροι παραβῶμεν.
Πισθέταιρος
  1. καὶ μὴν ὀργῶ νὴ τὸν Δία καὶ προπεφύραται λόγος εἷς μοι,
  2. ὃν διαμάττειν οὐ κωλύει· φέρε παῖ στέφανον· καταχεῖσθαι
  3. κατὰ χειρὸς ὕδωρ φερέτω ταχύ τις.
Ἐυελπίδης
  1. δειπνήσειν μέλλομεν; ἢ τί;
Πισθέταιρος
  1. μὰ Δίʼ ἀλλὰ λέγειν ζητῶ τι πάλαι μέγα καὶ λαρινὸν ἔπος τι,
  2. ὅ το τὴν τούτων θραύσει ψυχήν· οὕτως ὑμῶν ὑπεραλγῶ,
  3. οἵτινες ὄντες πρότερον βασιλῆς —
Χορός
  1. ἡμεῖς βασιλῆς; τίνος;
Πισθέταιρος
  1. ὑμεῖς
  2. πάντων ὁπόσʼ ἔστιν, ἐμοῦ πρῶτον, τουδί, καὶ τοῦ Διὸς αὐτοῦ,
  3. ἀρχαιότεροι πρότεροί τε Κρόνου καὶ Τιτάνων ἐγένεσθε,
  4. καὶ γῆς.
Χορός
  1. καὶ γῆς;