Birds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ὑπὸ τῆς ῥώμης τῆς τότʼ ἐκείνης, ὁπόταν μόνον ὄρθριον ᾄσῃ,
- ἀναπηδῶσιν πάντες ἐπʼ ἔργον χαλκῆς κεραμῆς σκυλοδέψαι
- σκυτῆς βαλανῆς ἀλφιταμοιβοὶ τορνευτολυρασπιδοπηγοί·
- οἱ δὲ βαδίζουσʼ ὑποδησάμενοι νύκτωρ.
- ἐμὲ τοῦτό γʼ ἐρώτα.
- χλαῖναν γὰρ ἀπώλεσʼ ὁ μοχθηρὸς Φρυγίων ἐρίων διὰ τοῦτον.
- ἐς δεκάτην γάρ ποτε παιδαρίου κληθεὶς ὑπέπινον ἐν ἄστει,
- κἄρτι καθηῦδον, καὶ πρὶν δειπνεῖν τοὺς ἄλλους οὗτος ἄρʼ ᾖσεν·
- κἀγὼ νομίσας ὄρθρον ἐχώρουν Ἀλιμουντάδε, κἄρτι προκύπτω
- ἔξω τείχους καὶ λωποδύτης παίει ῥοπάλῳ με τὸ νῶτον·
- κἀγὼ πίπτω μέλλω τε βοᾶν, ὁ δʼ ἀπέβλισε θοἰμάτιόν μου.
- ἰκτῖνος δʼ οὖν τῶν Ἑλλήνων ἦρχεν τότε κἀβασίλευεν.
- τῶν Ἑλλήνων;
- καὶ κατέδειξέν γʼ οὗτος πρῶτος βασιλεύων
- προκυλινδεῖσθαι τοῖς ἰκτίνοις.
- νὴ τὸν Διόνυσον, ἐγὼ γοῦν
- ἐκυλινδούμην ἰκτῖνον ἰδών· κᾆθʼ ὕπτιος ὢν ἀναχάσκων
- ὀβολὸν κατεβρόχθισα· κᾆτα κενὸν τὸν θύλακον οἴκαδʼ ἀφεῖλκον.
- Αἰγύπτου δʼ αὖ καὶ Φοινίκης πάσης κόκκυξ βασιλεὺς ἦν·
- χὠπόθʼ ὁ κόκκυξ εἴποι κόκκυ, τότʼ ἂν οἱ Φοίνικες ἅπαντες