Birds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἢν μὴ διάθωνταί γʼ οἵδε διαθήκην ἐμοὶ
- ἥνπερ ὁ πίθηκος τῇ γυναικὶ διέθετο,
- ὁ μαχαιροποιός, μήτε δάκνειν τούτους ἐμὲ
- μήτʼ ὀρχίπεδʼ ἕλκειν μήτʼ ὀρύττειν —
- οὔτι που
- τόν —; οὐδαμῶς.
- οὔκ, ἀλλὰ τὠφθαλμὼ λέγω.
- διατίθεμαι ʼγώ.
- κατόμοσόν νυν ταῦτά μοι.
- ὄμνυμʼ ἐπὶ τούτοις, πᾶσι νικᾶν τοῖς κριταῖς
- καὶ τοῖς θεαταῖς πᾶσιν.
- ἔσται ταυταγί.
- εἰ δὲ παραβαίην, ἑνὶ κριτῇ νικᾶν μόνον.
- ἀκούετε λεῴ· τοὺς ὁπλίτας νυνμενὶ
- ἀνελομένους θὤπλʼ ἀπιέναι πάλιν οἴκαδε,
- σκοπεῖν δʼ ὅ τι ἂν προγράφωμεν ἐν τοῖς πινακίοις.
- δολερὸν μὲν ἀεὶ κατὰ πάντα δὴ τρόπον
- πέφυκεν ἄνθρωπος· σὺ δʼ ὅμως λέγε μοι.
- τάχα γὰρ τύχοις ἂν
- χρηστὸν ἐξειπὼν ὅ τι μοι παρορᾷς, ἢ