Birds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. φίλοισιν ὠφελεῖν ἔχειν;
Ἔποψ
  1. λέγει μέγαν τινʼ ὄλβον οὔτε
  2. λεκτὸν οὔτε πιστόν· ὡς
  3. σὰ γὰρ τὰ πάντα ταῦτα καὶ
  4. τὸ τῇδε καὶ τὸ κεῖσε καὶ
  5. τὸ δεῦρο προσβιβᾷ λέγων.
Χορός
  1. πότερα μαινόμενος;
Ἔποψ
  1. ἄφατον ὡς φρόνιμος.
Χορός
  1. ἔνι σοφόν τι φρενί;
Ἔποψ
  1. πυκνότατον κίναδος,
  2. σόφισμα κύρμα τρῖμμα παιπάλημʼ ὅλον.
Χορός
  1. λέγειν λέγειν κέλευέ μοι.
  2. κλύων γὰρ ὧν σύ μοι λέγεις
  3. λόγων ἀνεπτέρωμαι.
Ἔποψ
  1. ἄγε δὴ σὺ καὶ σὺ τὴν πανοπλίαν μὲν πάλιν
  2. ταύτην λαβόντε κρεμάσατον τύχἀγαθῇ
  3. ἐς τὸν ἰπνὸν εἴσω πλησίον τοὐπιστάτου·
  4. σὺ δὲ τούσδʼ ἐφʼ οἷσπερ τοῖς λόγοις συνέλεξʼ ἐγὼ
  5. φράσον, δίδαξον.
Πισθέταιρος
  1. μὰ τὸν Ἀπόλλω ʼγὼ μὲν οὔ,