Birds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. καὶ πόθεν ἔμολον
  2. † ἐπὶ τίνα τʼ ἐπίνοιαν. †
  3. ἰὼ ἔποψ σέ τοι καλῶ.
Ἔποψ
  1. καλεῖς δὲ τοῦ κλύειν θέλων;
Χορός
  1. τίνες ποθʼ οἵδε καὶ πόθεν;
Ἔποψ
  1. ξείνω σοφῆς ἀφʼ Ἑλλάδος.
Χορός
  1. τύχη δὲ ποία κομίζει
  2. ποτʼ αὐτὼ πρὸς ὄρνιθας
  3. ἐλθεῖν;
Ἔποψ
  1. ἔρως
  2. βίου διαίτης τε καὶ
  3. σοῦ ξυνοικεῖν τέ σοι
  4. καὶ ξυνεῖναι τὸ πᾶν.
Χορός
  1. τί φῄς;
  2. λέγουσι δὴ τίνας λόγους;
Ἔποψ
  1. ἄπιστα καὶ πέρα κλύειν.
Χορός
  1. ὁρᾷ τι κέρδος ἐνθάδʼ ἄξιον
  2. μονῆς, ὅτῳ πέποιθʼ
  3. ἐμοὶ ξυνὼν ---
  4. κρατεῖν ἂν ἢ τὸν ἐχθρὸν ἢ