Birds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- καὶ δίκαιόν γʼ ἐστὶ κἀμοὶ δεῖ νέμειν ὑμᾶς χάριν.
- ἀλλὰ μὴν οὐδʼ ἄλλο σοί πω πρᾶγμʼ ἐνηντιώμεθα.
- μᾶλλον εἰρήνην ἄγουσι νὴ Δίʼ, ὥστε τὴν χύτραν
- τώ τε τρυβλίω καθίει·
- καὶ τὸ δόρυ χρή, τὸν ὀβελίσκον,
- περιπατεῖν ἔχοντας ἡμᾶς
- τῶν ὅπλων ἐντός, παρʼ αὐτὴν
- τὴν χύτραν ἄκραν ὁρῶντας
- ἐγγύς· ὡς οὐ φευκτέον νῷν.
- ἐτεὸν ἢν δʼ ἄρʼ ἀποθάνωμεν,
- κατορυχθησόμεσθα ποῦ γῆς;
- ὁ Κεραμεικὸς δέξεται νώ.
- δημοσίᾳ γὰρ ἵνα ταφῶμεν,
- φήσομεν πρὸς τοὺς στρατηγοὺς
- μαχομένω τοῖς πολεμίοισιν
- ἀποθανεῖν ἐν Ὀρνεαῖς.
- ἄναγʼ ἐς τάξιν πάλιν ἐς ταὐτόν,
- καὶ τὸν θυμὸν κατάθου κύψας
- παρὰ τὴν ὀργὴν ὥσπερ ὁπλίτης·
- κἀναπυθώμεθα τούσδε τίνες ποτὲ