Birds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- τὼ δʼ οὐκ ἄρʼ ᾔστην οὐδὲν ἄλλο πλὴν δάκνειν.
- καὶ νῦν τί κέχηνας; ἔσθʼ ὅποι κατὰ τῶν πετρῶν
- ἡμᾶς ἔτʼ ἔξεις. οὐ γάρ ἐστʼ ἐνταῦθά τις
- ὁδός.
- οὐδὲ μὰ Δίʼ ἐνταῦθά γʼ ἀτραπὸς οὐδαμοῦ.
- οὐδʼ ἡ κορώνη τῆς ὁδοῦ τι λέγει πέρι;
- οὐ ταὐτὰ κρώζει μὰ Δία νῦν τε καὶ τότε.
- τί δὴ λέγει περὶ τῆς ὁδοῦ;
- τί δʼ ἄλλο γʼ ἢ
- βρύκουσʼ ἀπέδεσθαί φησί μου τοὺς δακτύλους;
- οὐ δεινὸν οὖν δῆτʼ ἐστὶν ἡμᾶς δεομένους
- ἐς κόρακας ἐλθεῖν καὶ παρεσκευασμένους
- ἔπειτα μὴ ʼξευρεῖν δύνασθαι τὴν ὁδόν;
- ἡμεῖς γάρ, ὦνδρες οἱ παρόντες ἐν λόγῳ,
- νόσον νοσοῦμεν τὴν ἐναντίαν Σάκᾳ·
- ὁ μὲν γὰρ ὢν οὐκ ἀστὸς ἐσβιάζεται,
- ἡμεῖς δὲ φυλῇ καὶ γένει τιμώμενοι,
- ἀστοὶ μετʼ ἀστῶν, οὐ σοβοῦντος οὐδενὸς
- ἀνεπτόμεσθʼ ἐκ τῆς πατρίδος ἀμφοῖν ποδοῖν,
- αὐτὴν μὲν οὐ μισοῦντʼ ἐκείνην τὴν πόλιν