Birds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- γένος ἀνόσιον, ὅπερ ἐξότʼ ἐγένετʼ ἐπʼ ἐμοὶ
- πολέμιον ἐτράφη.
- ἀλλὰ πρὸς τοῦτον μὲν ἡμῖν ἐστιν ὕστερος λόγος·
- τὼ δὲ πρεσβύτα δοκεῖ μοι τώδε δοῦναι τὴν δίκην
- διαφορηθῆναί θʼ ὑφʼ ἡμῶν.
- ὡς ἀπωλόμεσθʼ ἄρα.
- αἴτιος μέντοι σὺ νῷν εἶ τῶν κακῶν τούτων μόνος.
- ἐπὶ τί γάρ μʼ ἐκεῖθεν ἦγες;
- ἵνʼ ἀκολουθοίης ἐμοί.
- ἵνα μὲν οὖν κλάοιμι μεγάλα.
- τοῦτο μὲν ληρεῖς ἔχων
- κάρτα· πῶς κλαύσει γάρ, ἢν ἅπαξ γε τὠφθαλμὼ ʼκκοπῇς;
- ἰὼ ἰώ,
- ἔπαγʼ ἔπιθʼ ἐπίφερε πολέμιον
- ὁρμὰν φονίαν, πτέρυγά τε παντᾷ
- ἐπίβαλε περί τε κύκλωσαι·
- ὡς δεῖ τώδʼ οἰμώζειν ἄμφω
- καὶ δοῦναι ῥύγχει φορβάν.
- οὔτε γὰρ ὄρος σκιερὸν οὔτε νέφος αἰθέριον
- οὔτε πολιὸν πέλαγος ἔστιν ὅ τι δέξεται