Birds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἄνδρε γὰρ λεπτὼ λογιστὰ δεῦρʼ ἀφῖχθον ὡς ἐμέ.
Χορός
  1. ποῦ; πᾷ; πῶς φῄς;
Ἔποψ
  1. φήμʼ ἀπʼ ἀνθρώπων ἀφῖχθαι δεῦρο πρεσβύτα δύο·
  2. ἥκετον δʼ ἔχοντε πρέμνον πράγματος πελωρίου.
Χορός
  1. ὦ μέγιστον ἐξαμαρτὼν ἐξ ὅτου ʼτράφην ἐγώ,
  2. πῶς λέγεις;
Ἔποψ
  1. μήπω φοβηθῇς τὸν λόγον.
Χορός
  1. τί μʼ ἠργάσω;
Ἔποψ
  1. ἄνδρʼ ἐδεξάμην ἐραστὰ τῆσδε τῆς ξυνουσίας.
Χορός
  1. καὶ δέδρακας τοῦτο τοὔργον;
Ἔποψ
  1. καὶ δεδρακώς γʼ ἥδομαι.
Χορός
  1. κἀστὸν ἤδη που παρʼ ἡμῖν;
Ἔποψ
  1. εἰ παρʼ ὑμῖν εἴμʼ ἐγώ.
Χορός
  1. ἔα ἔα,
  2. προδεδόμεθʼ ἀνόσιά τʼ ἐπάθομεν·
  3. ὃς γὰρ φίλος ἦν ὁμότροφά θʼ ἡμῖν
  4. ἐνέμετο πεδία παρʼ ἡμῖν,
  5. παρέβη μὲν θεσμοὺς ἀρχαίους,
  6. παρέβη δʼ ὅρκους ὀρνίθων·
  7. ἐς δὲ δόλον ἐκάλεσε, παρέβαλέ τʼ ἐμὲ παρὰ