Birds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- τώδʼ ἀποφυγόντε με.
- ἀλλὰ μὴ μέλλωμεν ἤδη τώδε τίλλειν καὶ δάκνειν.
- ποῦ ʼσθʼ ὁ ταξίαρχος; ἐπαγέτω τὸ δεξιὸν κέρας.
- τοῦτʼ ἐκεῖνο· ποῖφύγω δύστηνος;
- οὗτος οὐ μενεῖς;
- ἵνʼ ὑπὸ τούτων διαφορηθῶ;
- πῶς γὰρ ἂν τούτους δοκεῖς
- ἐκφυγεῖν;
- οὐκ οἶδʼ ὅπως ἄν.
- ἀλλʼ ἐγώ τοί σοι λέγω,
- ὅτι μένοντε δεῖ μάχεσθαι λαμβάνειν τε τῶν χυτρῶν.
- τί δὲ χύτρα νώ γʼ ὠφελήσει;
- γλαῦξ μὲν οὐ πρόσεισι νῷν.
- τοῖς δὲ γαμψώνυξι τοισδί;
- τὸν ὀβελίσκον ἁρπάσας
- εἶτα κατάπηξον πρὸ σαυτοῦ.
- τοῖσι δʼ ὀφθαλμοῖσι τί;
- ὀξύβαφον ἐντευθενὶ προσδοῦ λαβὼν ἢ τρύβλιον.
- ὦ σοφώτατʼ, εὖ γʼ ἀνηῦρες αὐτὸ καὶ στρατηγικῶς·
- ὑπερακοντίζεις σύ γʼ ἤδη Νικίαν ταῖς μηχαναῖς.