Birds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- τίς γάρ ἐσθʼ οὕπισθεν αὐτῆς;
- ὅστις ἐστί; κειρύλος.
- κειρύλος γάρ ἐστιν ὄρνις;
- οὐ γάρ ἐστι Σποργίλος;
- χαὐτηί γε γλαῦξ.
- τί φῄς; τίς γλαῦκʼ Ἀθήναζʼ ἤγαγεν;
- κίττα τρυγὼν κορυδὸς ἐλεᾶς ὑποθυμὶς περιστερὰ
- νέρτος ἱέραξ φάττα κόκκυξ ἐρυθρόπους κεβλήπυρις
- πορφυρὶς κερχνῂς κολυμβὶς ἀμπελὶς φήην δρύοψ.
- ἰοὺ ἰοὺ τῶν ὀρνέων, ἰοὺ ἰοὺ τῶν κοψίχων·
- οἶα πιππίζουσι καὶ τρέχουσι διακεκραγότες.
- ἆρʼ ἀπειλοῦσίν γε νῷν; οἴμοι, κεχήνασίν γέ τοι
- καὶ βλέπουσιν ἐς σὲ κἀμέ.
- τοῦτο μὲν κἀμοὶ δοκεῖ.
- ποποποποποποποποποποῖ ποῦ μʼ ἄρʼ ὃς
- ἐκάλεσε; τίνα τόπον ἄρα ποτὲ νέμεται;
- οὑτοσὶ πάλαι πάρειμι κοὐκ ἀποστατῶ φίλων.
- τί τί τί τί τί τί τί τί· τίνα λόγον ἄρα ποτὲ
- πρὸς ἐμὲ φίλον ἔχων;
- κοινὸν ἀσφαλῆ δίκαιον ἡδὺν ὠφελήσιμον.