Birds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἐξ ἔποπος, ἐγὼ δὲ τούτου πάππος, ὥσπερ εἰ λέγοις
- Ἱππόνικος Καλλίου κἀξ Ἱππονίκου Καλλίας.
- Καλλίας ἄρʼ οὗτος οὕρνις ἐστίν· ὡς πτερορρυεῖ.
- ἅτε γὰρ ὢν γενναῖος ὑπό τε συκοφαντῶν τίλλεται,
- αἵ τε θήλειαι προσεκτίλλουσιν αὐτοῦ τὰ πτερά.
- ὦ Πόσειδον ἕτερος αὖ τις βαπτὸς ὄρνις οὑτοσί.
- τίς ὀνομάξεταί ποθʼ οὗτος;
- οὑτοσὶ κατωφαγᾶς.
- ἔστι γὰρ κατωφαγᾶς τις ἄλλος ἢ Κλεώνυμος;
- πῶς ἂν οὖν Κλεώνυμός γʼ ὢν οὐκ ἀπέβαλε τὸν λόφον;
- ἀλλὰ μέντοι τίς ποθʼ ἡ λόφωσις ἡ τῶν ὀρνέων;
- ἦ ʼπὶ τὸν δίαυλον ἦλθον;
- ὥσπερ οἱ Κᾶρες μὲν οὖν
- ἐπὶ λόφων οἰκοῦσιν ὦγάθʼ ἀσφαλείας οὔνεκα.
- ὦ Πόσειδον οὐχ ὁρᾷς ὅσον συνείλεκται κακὸν
- ὀρνέων;
- ὦναξ Ἄπολλον τοῦ νέφους. ἰοὺ ἰού,
- οὐδʼ ἰδεῖν ἔτʼ ἔσθʼ ὑπʼ αὐτῶν πετομένων τὴν εἴσοδον.
- οὑτοσὶ πέρδιξ, ἐκεινοσί γε νὴ Δίʼ ἀτταγᾶς,
- οὑτοσὶ δὲ πηνέλοψ, ἐκεινηὶ δέ γʼ ἀλκυών.