Birds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- τοροτὶξ τοροτίξ.
- ὦγάθʼ ἀλλʼ εἶς οὑτοσὶ καὶ δή τις ὄρνις ἔρχεται.
- νὴ Δίʼ ὄρνις δῆτα. τίς ποτʼ ἐστίν; οὐ δήπου ταὧς;
- οὗτος αὐτὸς νῷν φράσει· τίς ἐστιν ὄρνις οὑτοσί;
- οὗτος οὐ τῶν ἠθάδων τῶνδʼ ὧν ὁρᾶθʼ ὑμεῖς ἀεί,
- ἀλλὰ λιμναῖος.
- βαβαὶ καλός γε καὶ φοινικιοῦς.
- εἰκότως γε· καὶ γὰρ ὄνομʼ αὐτῷ ʼστὶ φοινικόπτερος.
- οὗτος ὦ σέ τοι.
- τί βωστρεῖς;
- ἕτερος ὄρνις οὑτοσί.
- νὴ Δίʼ ἕτερος δῆτα χοὖτος ἔξεδρον χρόαν ἔχων.
- τίς ποτʼ ἔσθʼ ὁ μουσόμαντις ἄτοπος ὄρνις ὀρειβάτης;
- ὄνομα τούτῳ Μῆδός ἐστο.
- Μῆδος; ὦναξ Ἡράκλεις·
- εἶτα πῶς ἄνευ καμήλου Μῆδος ὤν εἰσέπτετο;
- ἕτερος αὖ λόφον κατειληφώς τις ὄρνις οὑτοσί.
- τί τὸ τέρας τουτί ποτʼ ἐστίν; οὐ σὺ μόνος ἄρʼ ἦσθʼ ἔποψ,
- ἀλλὰ χοὖτος ἕτερος;
- οὑτοσὶ μέν ἐστι Φιλοκλέους