Birds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἔχετε λειμῶνά τʼ ἐρόεντα Μαραθῶνος, ὄρνις
  2. πτερυγοποίκιλός τʼ ἀτταγᾶς ἀτταγᾶς.
  3. ὧν τʼ ἐπὶ πόντιον οἶδμα θαλάσσης
  4. φῦλα μετʼ ἀλκυόνεσσι ποτῆται,
  5. δεῦρʼ ἴτε πευσόμενοι τὰ νεώτερα,
  6. πάντα γὰρ ἐνθάδε φῦλʼ ἀθροΐζομεν
  7. οἰωνῶν ταναοδείρων.
  8. ἥκει γὰρ τις δριμὺς πρέσβυς
  9. καινὸς γνώμην
  10. καινῶν τʼ ἔργων ἐγχειρητής.
  11. ἀλλʼ ἴτʼ ἐς λόγους ἅπαντα,
  12. δεῦρο δεῦρο δεῦρο δεῦρο.
Χορὸς
  1. τοροτοροτοροτοροτίξ.
  2. κικκαβαῦ κικκαβαῦ.
  3. τοροτοροτοροτορολιλιλίξ.
Πισθέταιρος
  1. ὁρᾷς τινʼ ὄρνιν;
Ἐυελπίδης
  1. μὰ τὸν Ἀπόλλω ʼγὼ μὲν οὔ·
  2. καίτοι κέχηνά γʼ ἐς τὸν οὐρανὸν βλέπων.
Πισθέταιρος
  1. ἄλλως ἄρʼ οὕποψ, ὡς ἔοικʼ, ἐς τὴν λόχμην
  2. ἐσβὰς ἐπῷζε χαραδριὸν μιμούμενος.