Birds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- τί δαί;
- οὕποψ μελῳδεῖν αὖ παρασκευάζεται.
- ἐποποῖ ποποποποποποποῖ,
- ἰὼ ἰὼ ἰτὼ ἰτὼ ἰτὼ ἰτὼ,
- ἴτω τις ὧδε τῶν ἐμῶν ὁμοπτέρων·
- ὅσοι τʼ εὐσπόρους ἀγροίκων γύας
- νέμεσθε, φῦλα μυρία κριθοτράγων
- σπερμολόγων τε γένη
- ταχὺ πετόμενα, μαλθακὴν ἱέντα γῆρυν·
- ὅσα τʼ ἐν ἄλοκι θαμὰ
- βῶλον ἀμφιτιττυβίζεθʼ ὧδε λεπτὸν
- ἡδομένᾳ φωνᾷ·
- τιὸ τιὸ τιὸ τιὸ τιὸ τιὸ τιὸ τιό.
- ὅσα θʼ ὑμῶν κατὰ κήπους ἐπὶ κισσοῦ
- κλάδεσι νομὸν ἔχει,
- τά τε κατʼ ὄρεα τά τε κοτινοτράγα τά τε κομαροφάγα,
- ἀνύσατε πετόμενα πρὸς ἐμὰν αὐδάν·
- τριοτὸ τριοτὸ τοτοβρίξ·
- οἵ θʼ ἑλείας παρʼ αὐλῶνας ὀξυστόμους
- ἐμπίδας κάπτεθʼ, ὅσα τʼ εὐδρόσους γῆς τόπους