Birds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
Ἐυελπίδης - ὀρθὴν κελεύεις, ᾗ τὸ δένδρον φαίνεται;
Πισθέταιρος - διαρραγείης· ἥδε δʼ αὖ κρώζει πάλιν.
Ἐυελπίδης - τί ὦ πόνηρʼ ἄνω κάτω πλανύττομεν;
- ἀπολούμεθʼ ἄλλως τὴν ὁδὸν προφορουμένω.
Πισθέταιρος - τὸ δʼ ἐμὲ κορώνῃ πειθόμενον τὸν ἄθλιον
- ὁδοῦ περιελθεῖν στάδια πλεῖν ἢ χίλια.
Ἐυελπίδης - τὸ δʼ ἐμὲ κολοιῷ πειθόμενον τὸν δύσμορον
- ἀποσποδῆσαι τοὺς ὄνυχας τῶν δακτύλων.
Πισθέταιρος - ἀλλʼ οὐδʼ ὅπου γῆς ἐσμὲν οἶδʼ ἔγωγʼ ἔτι.
Ἐυελπίδης - ἐντευθενὶ τὴν πατρίδʼ ἂν ἐξεύροις σύ που;
Πισθέταιρος - οὐδʼ ἂν μὰ Δία γʼ ἐντεῦθεν Ἐξηκεστίδης.
Ἐυελπίδης - οἴμοι.
Πισθέταιρος - σὺ μὲν ὦ τᾶν τὴν ὁδὸν ταύτην ἴθι.
Ἐυελπίδης - ἦ δεινὰ νὼ δέδρακεν οὑκ τῶν ὀρνέων,
- ὁ πινακοπώλης φιλοκράτης μελαγχολῶν,
- ὃς τώδʼ ἔφασκε νῷν φράσειν τὸν Τηρέα
- τὸν ἔποφʼ ὃς ὄρνις ἐγένετʼ ἐκ τῶν ὀρνέων·
- κἀπέδοτο τὸν μὲν Θαρρελείδου τουτονὶ
- κολοιὸν ὀβολοῦ, τηνδεδὶ τριωβόλου.